Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.246 Joseph. AJ 2.251 (English) >>Joseph. AJ 2.255

2.249καὶ τέλος συνελαθέντες εἰς Σαβὰν πόλιν βασίλειον οὖσαν τῆς Αἰθιοπίας, ἣν ὕστερον Καμβύσης Μερόην ἐπωνόμασεν ἀδελφῆς ἰδίας τοῦτο καλουμένης, ἐπολιορκοῦντο. ἦν δὲ δυσπολιόρκητον σφόδρα τὸ χωρίον τοῦ τε Νείλου περιέχοντος αὐτὴν καὶ κυκλουμένου ποταμῶν τε ἄλλων Ἀστάπου καὶ Ἀσταβόρα δύσμαχον τοῖς πειρωμένοις διαβαίνειν τὸ ῥεῦμα ποιούντων· 2.250 γὰρ πόλις ἐντὸς οὖσα νῆσος οἰκεῖται τείχους τε αὐτῇ καρτεροῦ περιηγμένου καὶ πρὸς μὲν τοὺς πολεμίους πρόβλημα τοὺς ποταμοὺς ἔχουσα χώματά τε μεγάλα μεταξὺ τοῦ τείχους, ὥστε ἀνεπίκλυστον εἶναι βιαιότερον ὑπὸ πληθώρας φερομένων, ἅπερ καὶ τοῖς περαιωσαμένοις τοὺς ποταμοὺς ἄπορον ἐποίει τῆς πόλεως τὴν ἅλωσιν. 2.251φέροντι τοίνυν ἀηδῶς τῷ Μωυσεῖ τὴν τοῦ στρατεύματος ἀργίαν, εἰς χεῖρας γὰρ οὐκ ἐτόλμων ἀπαντᾶν οἱ πολέμιοι, συνέτυχέ τι τοιοῦτον. 2.252Θάρβις θυγάτηρ ἦν τοῦ Αἰθιόπων βασιλέως. αὕτη τὸν Μωυσῆν πλησίον τοῖς τείχεσι προσάγοντα τὴν στρατιὰν καὶ μαχόμενον γενναίως ἀποσκοποῦσα καὶ τῆς ἐπινοίας τῶν ἐγχειρήσεων θαυμάζουσα, καὶ τοῖς τε Αἰγυπτίοις αἴτιον ἀπεγνωκόσιν ἤδη τὴν ἐλευθερίαν τῆς εὐπραγίας ὑπολαμβάνουσα καὶ τοῖς Αἰθίοψιν αὐχοῦσιν ἐπὶ τοῖς κατʼ αὐτῶν κατωρθωμένοις τοῦ περὶ τῶν ἐσχάτων κινδύνου, εἰς ἔρωτα δεινὸν ὤλισθεν αὐτοῦ καὶ περιόντος τοῦ πάθους πέμπει πρὸς αὐτὸν τῶν οἰκετῶν τοὺς πιστοτάτους διαλεγομένη περὶ γάμου.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.246 Joseph. AJ 2.251 (English) >>Joseph. AJ 2.255

Powered by PhiloLogic